Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Στὴ ζωὴ αὐτὴ εἶναι ἡ ὅραση

 

Σελ 3

Φῶς δέ γνώσεως ὅταν ἀκούσῃς, ἵνα σε διά πάντων φωταγωγήσωμεν, μή ὑπολάβῃς γνῶσιν εἶναι μόνην τῶν λεγομένων δίχα φωτός. Οὐ γάρ εἶπε διήγησιν ἤ λόγον γνώσεως, ἀλλά φῶς γνώσεως καί γνώσεως φῶς, ὡς τοῦ φωτός δηλονότι ἐμποιοῦντος τήν γνῶσιν ἡμῖν· ἄλλως γάρ οὐκ ἔστι γνῶναί τινα τόν Θεόν, εἰ μή διά τῆς θεωρίας τοῦ ἐξ αὐτοῦ ἐκπεμπομένου φωτός. Ὥσπερ γάρ ὁ περί ἀνθρώπου ἤ περί πόλεώς τινος πρός τινας διηγούμενος, ἐκεῖνος μέν ἅ εἶδε καί ἅ ἑώρακε λαλεῖ πρός αὐτούς, οἱ δέ ἀκούοντες μή θεασάμενοι τόν ἄνθρωπον ἤ τήν πόλιν περί ἧς καί ἀκούουσιν, οὐ δύναται ἀπό τῆς ἀκοῆς μόνης, ὡς ὁ ἰδών καί διηγούμενος τά περί τοῦ ἀνθρώπου, γινώσκειν καί τά περί τῆς πόλεως, οὕτως καί περί τῆς ἄνω Ἱερουσαλήμ καί τοῦ ἐν αὐτῇ κατοικοῦντος ἀοράτου Θεοῦ, περί τῆς ἀπροσίτου δόξης τε τοῦ προσώπου αὐτοῦ καί περί τῆς ἐνεργείας καί δυνάμεως τοῦ παναγίου αὐτοῦ Πνεύματος, εἴτ᾿ οὖν φωτός, οὐδείς εἰπεῖν δύναται, εἰ μή πρῶτον αὐτό τό φῶς ἴδῃ ψυχῆς ὀφθαλμοῖς καί ἀκριβῶς γνῷ τάς αὐτοῦ ἐλλάμψεις καί ἐνεργείας ἐν αὐτῷ. Ἀλλ᾿ εἰ τι καί διά τῶν θείων ἀκούοι Γραφῶν λαλοῦντας δι᾿ αὐτῶν τούς τόν Θεόν ἰδόντας, διά τοῦ Πνεύματος ἐκεῖνα καί μόνα διδάσκεται· ὅθεν οὐδέ δύναται λέγειν ὅτι ἐν γνώσει γέγονα τοῦ θεοῦ διά μόνης ταύτης τῆς ἀκοῆς. Ὅν γάρ οὐχ ἑώρακε πῶς γινώσκειν ἐνδέχεται; Εἰ γάρ ἡ ὅρασις μόνη τελείαν τήν γνῶσιν τοῦ ὁρωμένου παρ᾿ ἡμῶν ἀνθρώπων οὐκ ἐμποιεῖ ἐν ἡμῖν, πῶς ἡ ἀκοή μόνη τήν τοῦ Θεοῦ γνῶσιν ἡμῖν ἐμποιήσειε; Φῶς ὁ Θεός καί ὡς φῶς ἡ θέα αὐτοῦ· ἐν γοῦν τῇ τοῦ φωτός θέᾳ γνῶσις πρώτη ὅτι Θεός, καθά καί ἐπί τοῦ ἀνθρώπου ἀκοή πρῶτον περί αὐτοῦ, εἶτα ὅρασις, καί ἐν τῷ αὐτόν ἰδεῖν γνῶσις ὅτι ἄνθρωπός ἐστι περί οὗ ἤκουον. Καί οὐδέ οὕτως ἵσταται τοῦ λεγομένου ἡ ἔννοια· ὅσα γάρ ἄν ἐξ ἀκοῆς σοί τις εἴπῃ περί ἀνθρώπου, ὅτε ἴδῃς αὐτόν, ἀπό μόνης τῆς ἀκοῆς γνωρίσαι αὐτόν ἀκριβῶς καί πληροφορηθῆναι, ὅτι αὐτός ἐκεῖνός ἐστι περί οὗ ἤκουες, οὐ δύνασαι, ἀλλά ἀμφιβολίᾳ ἡ ψυχή διαμερίζεται καί ἤ ἐκεῖνον αὐτόν ἐρωτᾷ ἤ ἕτερόν τινα τόν γνωρίζοντα αὐτόν, καί τότε βεβαίως μανθάνεις ὅτι αὐτός ἐκεῖνός ἐστιν.

Προηγούμενη / Αρχική / Επόμενη σελίδα της Ενότητας αυτής

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης