Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Στὴ ζωὴ αὐτὴ εἶναι ἡ ὅραση

 

Σελ 4

Οὕτως οὖν καί περί τοῦ ἀοράτου Θεοῦ ἀπαραλλάκτως γίνεται. Ὅταν γάρ ἀποκαλυφθέντα θεάσηταί τις αὐτόν, φῶς ὁρᾷ· θαυμάζει μέν ἰδών, τίς δέ ὁ φανείς οὐκ οἶδεν εὐθύς, ἀλλ᾿ οὐδέ αὐτόν ἐρωτῆσαι τολμᾷ, - πῶς γάρ, ὅν οὐδέ ἀναβλέψαι τοῖς ὀφθαλμοῖς καί ἰδεῖν δύναται ποταπός; - βλέπει δέ μόνον ἐν τρόμῳ καί φόβῳ πολλῷ οἱονεί πρός τούς πόδας αὐτοῦ, εἰδώς ὅτι ὅλως τίς ἐστιν ὁ φανείς πρό προσώπου αὐτοῦ. Καί εἰ μέν ὑπάρχει ὁ περί τούτων προεξηγησάμενος αὐτῷ, ὡς προεγνωκώς τόν Θεόν, ἀπερχόμενος λέγει αὐτῷ· “Εἶδον”. Καί φησι· “Τί, τέκνον, εἶδες;” – “Φῶς, ὦ πάτερ, γλυκύ, γλυκύ· ποταπόν εἰπεῖν σοι, πάτερ, οὐκ ἐξικανοῦσαν ἔχω μου τήν διάνοιαν”. Καί ὡς οὖν τοῦτο λέγει, σκιρτᾷ καί πάλλει ἡ καρδία αὐτοῦ καί πρός τόν πόθον τοῦ ὀφθέντος εὐθύς ἀνάπτεται. Εἶτα πάλιν ἄρχεται λέγειν μετά δακρύων θερμῶν καί πολλῶν ὡς· “Ὡράθη μοι, πάτερ, ἐκεῖνο τό φῶς· ἤρθη ὁ οἶκος τῆς κέλλης εὐθύς καί παρῆλθεν ὁ κόσμος, φυγών ὡς οἶμαι ἀπό προσώπου αὐτοῦ· ἔμεινα δέ μόνος ἐγώ μόνῳ συνών τῷ φωτί. Οὐκ οἶδα δέ εἰ ἦν καί τό σῶμα τοῦτο, πάτερ, τηνικαῦτα ἐκεῖ· εἰ γάρ ἔξω τούτου γέγονα ἀγνοῶ, τέως οὐκ ᾔδειν ὅτι σῶμα φορῶ καί περίκειμαι. Ἦν μοι δέ χαρά ἡ καί νῦν συνοῦσά μοι ἄφραστος, ἀγάπη τε καί πόθος πολύς, ὡς κινηθῆναί μου τά νάματα κατά ποταμούς τῶν δακρύων, καθά δή καί νῦν, ὡς ὁρᾷς”. Ἀποκριθείς οὖν λέγει αὐτῷ· “Ἐκεῖνος, τέκνον, ἐστί”. Καί σύν τῷ λόγῳ βλέπει πάλιν αὐτόν καί μικρόν μικρόν τελείως καθαίρεται, καθαιρόμενος δέ παρρησιάζεται καί ἐκεῖνον αὐτόν ἐρωτᾷ καί φησίν· “Ὁ Θεός μου, σύ εἶ;” Καί ἀποκρίνεται καί φησί· “Ναί ἐγώ εἰμι, ὁ Θεός, ὁ διά σέ ἄνθρωπος γεγονώς· καί ἰδού ἐγώ πεποίηκά σε, ὡς ὁρᾷς, καί ποιήσω θεόν”.

Προηγούμενη / Αρχική / Επόμενη σελίδα της Ενότητας αυτής

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης