Σελ 2
Τοῦτο σκηναί διάφοροι, τοῦτο πολλαί οἰκίαι,
τοῦτο στολαί λαμπρόταται πολλῶν ἀξιωμάτων
καί στέφανοι παμποίκιλοι, λίθοι καί μαργαρῖται
καί ἄνθη τά ἀμάραντα ξένην ἔχοντα θέαν·
τοῦτο καί κλίναι καί στρωμναί καί τράπεζαι καί θρόνοι
καί ἅπαν, ὅπερ εἰς τρυφήν ἡδύτατον ὑπάρχει,
ἦν καί ἐστί καί ἔσεται τό βλέπειν σε καί μόνον.
Οἱ οὖν, καθάπερ εἴρηται, μή βλέποντες τό φῶς σου,
μή παρά σοῦ βλεπόμενοι, ἀλλά κεχωρισμένοι
τῆς παναγάθου θέας σου, τῶν ἀγαθῶν στεροῦνται.
Ποῦ ἄν εὕρωσιν ἄνεσιν, ποῦ ἀνώδυνον τόπον;
Ἐν τίνι κατοικήσουσιν εὐθεῖς μή γεγονότες;
Σύν τῷ προσώπῳ σου καί γάρ εὐθεῖς κατοικιοῦσι·
μεμόρφωσαι καί γάρ αὐτῶν ἐν τῇ εὐθεῖ καρδίᾳ
καί κατοικοῦσι σύν τῇ σῇ μορφῇ ἐν σοί, Χριστέ μου.
Ἅγιος Συμεών : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά