Σελ 3
Ὤ θαῦμα, ὤ παράδοξον ἀγαθωσύνης δῶρον!
Ἐν τῇ μορφῇ τῇ τοῦ Θεοῦ τούς ἀνθρώπους γενέσθαι
καί μορφωθῆναι ἐν αὐτοῖς τόν ἀχώρητον πᾶσι,
τόν ἀναλλοίωτον Θεόν, τόν ἄτρεπτον τῇ φύσει,
τόν εἰς πάντας βουλόμενον ἐνοικειν τούς ἀξίους,
ὡς ὅλον ἔχειν ἕκαστον ἐντός τόν βασιλέα,
τήν βασιλείαν τε αὐτήν καί τά τῆς βασιλείας
καί λάμπειν, ὥσπερ ἔλαμψεν ἀναστάς ὁ Θεός μου,
ὑπέρ ἡλίου τάς βολάς τοῦ ὁρωμένου τούτου
καί οὕτως τῷ δοξάσαντι αὐτούς παρεστηκότες
ἔκθαμβοι διαμείνουσιν ὑπερβολῇ τῆς δόξης
καί προσθήκῃ διηνεκεῖ λαμπρότητος τῆς θείας·
οὐδέ γάρ τέλος ἔσεται προκοπῆς εἰς αἰῶνας,
ἡ στάσις τῆς προσθήκης γάρ τοῦ ἀτελέστου τέλους
ποιήσει καί κατάληψιν πάντως ἀκαταλήπτου,
καί προσκορής γενήσεται ὁ ἀκόρεστος πᾶσιν.
Ἅγιος Συμεών : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά