Σελ 3
Οὕτω τοιγαροῦν οἱ ἀπ᾿ αἰῶνος ἅγιοι, οἱ πάλαι τε καί νῦν πνευματικῶς βλέποντες, οὐ σχῆμα ἤ εἶδος ἤ ἐκτύπωμα βλέπουσιν, ἀλλά φῶς ἀσχημάτιστον, ὡς καί αὐτοί φῶς ἐκ τοῦ φωτός Πνεύματος χρηματίζοντες. Τοιοῦτος δέ ἕκαστος τῶν ἁγίων γινόμενος, οὐχί καί τό σῶμα αὐτοῦ εὐθύς ἄφθαρτον καί πνευματικόν γίνεται, ἀλλά καθάπερ σίδηρος ὑπό τοῦ πυρός ἐκπυρούμενος τῆς λαμπρότητος μέν αὐτοῦ μεταλαμβάνει καί τήν μελανίαν εὐθύς ἀποβάλλεται, χωριζόμενος δέ πάλιν τοῦ πυρός ψυχρός καί μέλας καθορᾶται καί γίνεται, οὕτω δή καί τά σώματα τῶν ἁγίων ὑπό τῆς ἑνωθείσης τῇ ψυχῇ αὐτῶν χάριτος, ἤτοι τοῦ θείου πυρός μεταλαμβάνοντα, ἁγιάζονται καί ἐκπυρούμενα διαυγῆ καί αὐτά γίνονται καί πολύ τῶν ἄλλων σωμάτων διαφορώτερα καί τιμιώτερα ἀποκαθίστανται. Ἐπειδάν δέ ἡ ψυχή ἐξέλθῃ καί τοῦ σώματος χωρισθῇ, εὐθύς καί αὐτά τῇ φθορᾷ παραδίδονται καί ἐκ τοῦ κατά μικρόν διαλύονται· τά δέ καί ἐπί πολλούς χρόνους διαμένουσι, μήτε ἄφθαρτα μένοντα παντελῶς, μήτε πάλιν τελείως φθειρόμενα, ἀλλά καί τῆς ἀφθαρσίας καί τῆς φθορᾶς τά γνωρίσματα ἐν ἑαυτοῖς διασῴζουσιν, εἰς τήν τελευταίαν ἐξανάστασιν ἀφθαρτωθῆναι τελείως καί καί ἀνακαινισθῆναι τηρούμενα.
Ἅγιος Συμεών : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά