Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Ἡ πνευματικὴ ἡλικία

 

Σελ 3

Οἱ γοῦν ἀξιωθέντες αὐτῷ συναφθῆναι καί κεφαλήν αὐτόν κτήσασθαι, πρόσεχε τῷ λόγῳ, παρακαλῶ, γίνονται καί οὖτοι θέσει θεοί, ὅμοιοι τῷ Υἱῷ τοῦ Θεοῦ. Ὤ τοῦ θαύματος! Ἐνδύει γάρ αὐτούς ὁ Πατήρ τήν πρώτην στολήν, τό τοῦ Κυρίου ἱμάτιον ὅ πρό καταβολῆς κόσμου ἐνεδιδύσκετο. “Ὅσοι γάρ, φησίν, εἰς Χριστόν ἐβαπτίσθητε, Χριστόν ἐνεδύσασθε”, δηλονότι τό Ἅγιον Πνεῦμα ὅ καί ἀλλοιοῖ θεοπρεπῶς ὅλους αὐτούς ξένην τινά καί ἄρρητον καί θείαν ἀλλοίωσιν περί ἧς φησιν ὁ Δαυίδ· “Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου”, καί ὁ ἐπιστήθιος μαθητής τοῦ Χριστοῦ” “Ἀδελφοί, νῦν τέκνα ἐσμέν· ἀλλ᾿ οὔπω, φησίν, ἐφανερώθη” τοῖς ἐν τῷ κόσμῳ δηλονότι “τί ἐσόμεθα· οἴδαμεν δὲ” ἐκ τοῦ Πνεύματος οὗ δέδωκεν ἡμῖν “ὅτι, ἐάν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα”. Καί οὐ τοῦτο μόνον, ἀλλά χαρίζεται αὐτοῖς καί τόν νοῦν τοῦ Χριστοῦ, ὑπέρ κεφαλῆς αὐτῶν λάμποντα, μυστήρια αὐτοῖς ἀποκαλύπτοντα ἅ οὐκ ἐξόν γλώσσῃ φθέγξασθαι ἀνθρωπίνῃ. Πρός τούτοις δίδωσιν αὐτοῖς καινούς ὀφθαλμούς καί καινήν ἀκοήν. Καί τί τά πολλά θέλω λέγειν; Ἀδύνατον γάρ πάντα εἰπεῖν. Ὅλος αὐτός ἐκεῖνος ὁ τοῦ Θεοῦ Λόγος μετά Πατρός καί Πνεύματος οἰκεῖ ἐν αὐτοῖς· γίνεται οὖν ἕκαστος τῶν τοιούτων ναός ἐν αἰσθήσει καί γνώσει Θεοῦ καί τηνικαῦτα μετά παρρησίας λέγων βοᾷ· “Ζῶ μέν οὐκέτι ἐγώ, ζῇ δέ ἐν ἐμοί ὁ Χριστός”, καί αὖθις· “Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δέ γέγονα ἀνήρ, κατήργηκα τά τοῦ νηπίου”. Διά τοῦτο πάντα στέγω, πάντα ὑπομένω· καί λοιδορούμενος εὐλογῶ καί παρακαλῶ βλασφημούμενος καί ἀνέχομαι διωκόμενος, “ἵνα ἐπισκηνώσῃ ἐν ἐμοί, φησίν, ἡ δύναμις τοῦ Χριστοῦ”.

Προηγούμενη ||| Αρχική σελίδα της Ενότητας αυτής

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης