Ἱστορία

Ὁ Νέος Ἑλληνισμὸς καὶ ἡ Δύση

Ἀποσπάσματα

Ενότητες 1 2 3 4 5

Περιεχόμενα

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα

Σελ 9

Ἀξίζει νὰ μεταφέρω ἐδῶ ἕνα ἀπόσπασμα ἀπὸ τὸ βιβλίο τοῦ Κ. Οἰκονόμου, ὅπου διασώζεται ἀφήγηση τοῦ τρόπου μὲ τὸν ὁποῖο ἔγινε ἡ ἀπογραφὴ τῆς περιουσίας τῶν (τετρακοσίων περίπου) μοναστηριῶν ποὺ κατηργήθησαν ἀπὸ τὸ νεοσύστατο ἑλληνικὸ βασίλειο.

“Ὁ τοίνυν κατὰ χώραν Νομάρχης ἢ ὁ Ἔπαρχος λαμβάνων παρὰ τοῦ Νομάρχου τῶν ἐν τῇ κατ’ αὐτὸν ἐπαρχίᾳ καταδεδικασμένων μοναστηρίων τὴν ἀπογραφήν, ἐπήρχετο καθ’ ἕκαστον ἐκτελέσων τὸ διατεταγμένον· συνεπήγετο δὲ καὶ σφριγώντων ὑπηρετῶν ἀκολουθίαν πολλὴν (ἀνθρώπων ἀγροίκων καὶ μηδόλως εἰδότων διαστέλλειν μεταξὺ βεβήλου καὶ ἱεροῦ, ἐν οἷς πολλάκις καί τινες ἑτερόδοξοι). Καὶ τὴν ἀναίρεσιν καὶ καταγραφὴν τῶν τοῦ μοναστηρίου πραγμάτων ἐποιεῖτο (καθὼς βεβαιοῦσι πανταχοῦ οἱ παρατυχόντες αὐτόπται) τοιουτοτρόπως· πρῶτον μὲν εἰσῄει κατ’ εὐθεῖαν εἰς τὸν ναόν· τῶν δὲ περὶ αὐτὸν οἱ μέν τινες εἰσπίπτοντες, ἄλλοθεν ἄλλος, ἀνέδην εἰς τὰ ἄδυτα τοῦ ἱεροῦ θυσιαστηρίου, συνήρπαζον ἀπὸ τῆς Προθέσεως καὶ τῆς ἁγίας Τραπέζης τά τε ζωοδόχα Δισκοπότηρα, καὶ τὰ Εὐαγγέλια, καὶ τὸ Ἀρτοφόριον· καὶ τἆλλα τὰ ἱερὰ σκεύη καὶ κειμήλια συναφήρπαζον, οἷον σταυρούς, περιζώνια, καὶ στολὰς ἱερατικάς, καὶ πάντα τὰ ἐντὸς τοῦ θείου Βήματος, λωποδυτοῦντες καὶ αὐτὰς τὰς ἁγίας Τραπέζας τὰς ἐνδυτάς. Οἱ δ’ ἑτέρωθεν ἠσχολοῦντο περὶ τὰς ἁγίας εἰκόνας, ἁπάσας ἀποσπῶντες ἀπό τε τῶν ἱερῶν κιγκλίδων (τοῦ τέμπλου), καὶ ὅπου ἦσαν ἀλλαχοῦ, καὶ συστοιβάζοντες ὡς βεβήλους σανίδας ἀλλεπαλλήλους· καὶ τὰς κρεμαμένας δέ, τάς, εἴτε ἀργυρᾶς, εἴτε καὶ ὀρειχαλκίνας (ἂν ἦσαν), κανδήλας ἐλάμβανον καθαιροῦντες· συνῆγον δὲ καὶ αὐτὰς τὰς βίβλους τῶν προσευχῶν· καὶ ταῦτα πάντα συμφοροῦντες ἀθρόα συνεσώρευον ἐν τῷ μέσῳ τοῦ ναοῦ, ἢ καὶ τοῦ νάρθηκος. Ἔπειτα πάλιν λαμβάνοντες ἓν καθ’  ἓν ἀνεδείκνυον, αἴροντες εἰς ὕψος, καὶ ὁ Ἔπαρχος ἀποβλέπων κατέγραφεν· αὐτοὶ δὲ πάλιν ἀπέρριπτον ἕκαστον τῶν καταγραφομένων εἰς ἄλλον σωρόν, ὡς ἔτυχεν ἐκτινάσσοντες· καὶ ἦν ἰδεῖν ὧδε μὲν τὸ Ποτήριον τῆς ζωῆς καὶ τὸ Ἀρτοφόριον κυλιόμενον ἐπὶ τοῦ ἐδάφους, ἐκεῖ δὲ τὸ ἱερὸν Δισκάριον σφενδονιζόμενον καὶ τὸν Ἀστερίσκον, ἀλλαχοῦ δὲ τὴν ἁγίαν Λόγχην καὶ τὴν Λαβίδα καὶ τὸ Μυροδόχον σκεῦος, καὶ τὰ ἱερὰ Καλύμματα συρόμενα κατὰ γῆς καὶ καταπατούμενα· εἰ δέ τι πάντη φαῦλον καὶ ἄτιμον ἐκρίνετο παρ’ αὐτοῖς, ὡς ὁ ἁγιώτατος Σπόγγος καὶ ἡ ἱερὰ Μοῦσα, καὶ εἴ τι παλαιὸν Ἀντιμήνσιον, καὶ Καλύμματα δὲ καὶ Φελόνια καὶ Ἐπιτραχήλια πεπαλαιωμένα· ταῦτα πάντα λακτίζοντες οἱ περὶ τὸν Ἔφορον, ὡς ἄχρηστον ρακίων καὶ σαρωμάτων ἐσμόν, ἀπεσκυβάλιζον μακρὰν τῆς σωρείας τῶν καταγραφομένων, σημειοῦντες κατὰ μέρος. Ἔπειτα συναμῶντες καὶ χειροβολοῦντες πάντα συλλήβδην, συνεφόρουν ἅπαντα, φύρδην μίγδην, εἰς τὰ τυχόντα σακκία καὶ κοφίνια, σάττοντες καὶ βύοντες ἰσχυρῶς ἐν ὀλίγοις πολλά...”[186]

 

[186] Κ. Οἰκονόμος, Τὰ σωζόμενα ἐκκλησιαστικά, τ. Β’, ὅ.π., σελ. 270-1.

Προηγούμενη / Αρχική / Επόμενη σελίδα της Ενότητας αυτής

Ὁ Νέος Ἑλληνισμὸς καὶ ἡ Δύση : Περιεχόμενα

Προηγούμενη Ἑνότητα - Ἑπόμενη Ἑνότητα

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης



 ΕΠΙΚΟΙΝΩΝΙΑ   ΕΛΛΗΝΙΚΟΣ ΟΙΚΟΣ   BLOG   HOME